Mk 2,1

Mk 2

1 Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ δι᾽ ¹ ἡμερῶν ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν· ¹ 2 καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3 καὶ ¹ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων. 4 καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες ˹χαλῶσι˺ τὸν κράβαττον ὅπου παραλυτικὸς κατέκειτο. 5 καὶ ἰδὼν Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ ¹ Τέκνον, ¹ ἀφίενταί σου αἱ ἁμαρτίαι. 6 ἦσαν ¹ δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν ¹ 7 Τί ¹ οὗτος ˹οὕτω˺ λαλεῖ; βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς θεός; 8 καὶ εὐθὺς ἐπιγνοὺς Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι [οὕτως] ¹ διαλογίζονται ἐν ἑαυτοῖς λέγει [αὐτοῖς] ¹ Τί ¹ ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ ¹ Ἀφίενταί ¹ σου αἱ ἁμαρτίαι, εἰπεῖν ¹ ˹Ἐγείρου˺ [καὶ] ¹ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; 10 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς – λέγει τῷ παραλυτικῷ ¹ 11 Σοὶ ¹ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 12 καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν [λέγοντας] ¹ ὅτι Οὕτως ¹ οὐδέποτε ˹εἴδαμεν.˺ 13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14 Καὶ παράγων εἶδεν ˹Λευεὶν˺ τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ ¹ Ἀκολούθει ¹ μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 15 Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ¹ ἦσαν γὰρ πολλοὶ καὶ ἠκολούθουν αὐτῷ. 16 καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ ¹ Ὅτι ¹ μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει; 17 καὶ ἀκούσας Ἰησοῦς λέγει αὐτοῖς [ὅτι] Οὐ ¹ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ˹ἀλλὰ˺ ἁμαρτωλούς. 18 Καὶ ἦσαν οἱ μαθηταὶ ˹Ἰωάνου˺ καὶ οἱ Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ ¹ Διὰ τί ¹ οἱ μαθηταὶ ˹Ἰωάνου˺ καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ [μαθηταὶ] ¹ οὐ νηστεύουσιν; 19 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς ¹ Μὴ ¹ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ¹ νυμφίος μετ᾽ αὐτῶν ἐστὶν ¹ νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ᾽ αὐτῶν οὐ δύνανται νηστεύειν· ¹ 20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 21 οὐδεὶς ¹ ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ἀπ᾽ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, ¹ καὶ χεῖρον σχίσμα γίνεται. 22 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήξει οἶνος τοὺς ἀσκούς, ¹ καὶ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί. ¹ [ἀλλὰ ¹ οἶνον ¹ νέον ¹ εἰς ¹ ἀσκοὺς ¹ καινούς.] ¹ 23 Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν ¹ ˹διαπορεύεσθαι˺ διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. 24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ ¹ Ἴδε ¹ τί ποιοῦσιν τοῖς σάββασιν ¹ οὐκ ἔξεστιν; 25 καὶ λέγει αὐτοῖς ¹ Οὐδέποτε ¹ ἀνέγνωτε τί ἐποίησεν ˹Δαυεὶδ˺ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ; ¹ 26 [πῶς] ¹ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιάθαρ ¹ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ¹ ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν ¹ εἰ μὴ τοὺς ἱερεῖς, ¹ καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; 27 καὶ ¹ ἔλεγεν αὐτοῖς ¹ Τὸ ¹ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο καὶ οὐχ ἄνθρωπος διὰ τὸ σάββατον· 28 ὥστε κύριός ἐστιν υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.

Előző fejezet Következő fejezet

Magyarázatok