Mt 22,1

Mt 22

1 Καὶ ἀποκριθεὶς Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων ¹ 2 Ὡμοιώθη ¹ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. 3 καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. 4 πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων ¹ Εἴπατε ¹ τοῖς κεκλημένοις ¹ Ἰδοὺ ¹ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, ¹ καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. 5 οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ· 6 οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. 7 δὲ βασιλεὺς ὠργίσθη, ¹ καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. 8 τότε λέγει τοῖς δούλοις αὐτοῦ ¹ Ὁ ¹ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· 9 πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, ¹ καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. 10 καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ˹νυμφὼν˺ ἀνακειμένων. ¹ 11 εἰσελθὼν ¹ δὲ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· ¹ 12 καὶ λέγει αὐτῷ ¹ Ἑταῖρε, ¹ πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; δὲ ἐφιμώθη. 13 τότε βασιλεὺς εἶπεν τοῖς διακόνοις ¹ Δήσαντες ¹ αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 14 πολλοὶ γάρ εἰσιν κλητοὶ ¹ ὀλίγοι δὲ ἐκλεκτοί. 15 Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. 16 καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ˹λέγοντας˺ Διδάσκαλε, ¹ οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, ¹ καὶ οὐ μέλει ¹ σοι περὶ οὐδενός, ¹ οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· ¹ 17 ˹εἰπὸν˺ οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι οὔ; 18 γνοὺς δὲ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν ¹ Τί ¹ με πειράζετε, ὑποκριταί; 19 ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. 20 καὶ λέγει αὐτοῖς ¹ Τίνος ¹ εἰκὼν αὕτη καὶ ἐπιγραφή; 21 λέγουσιν * Καίσαρος. ¹ τότε λέγει αὐτοῖς ¹ Ἀπόδοτε ¹ οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. 22 καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν. ¹ 23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, λέγοντες μὴ εἶναι ἀνάστασιν, ¹ καὶ ἐπηρώτησαν αὐτὸν 24 λέγοντες ¹ Διδάσκαλε, ¹ Μωυσῆς ¹ εἶπεν ¹ Ἐάν ¹ τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 25 ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· 26 ὁμοίως καὶ δεύτερος καὶ τρίτος, ¹ ἕως τῶν ἑπτά· ¹ 27 ὕστερον δὲ πάντων ἀπέθανεν γυνή. 28 ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν. ¹ 29 ἀποκριθεὶς ¹ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς ¹ Πλανᾶσθε ¹ μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· 30 ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσίν· ¹ 31 περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος ¹ 32 Ἐγώ ¹ εἰμι θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ; οὐκ ἔστιν [ὁ] θεὸς νεκρῶν ἀλλὰ ζώντων. 33 Καὶ ¹ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. ¹ 35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς ¹ πειράζων αὐτόν ¹ 36 Διδάσκαλε, ¹ ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; 37 δὲ ἔφη αὐτῷ ¹ Ἀγαπήσεις ¹ Κύριον ¹ τὸν θεόν σου ἐν ὅλῃ ¹ * καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· 38 αὕτη ἐστὶν μεγάλη καὶ πρώτη ἐντολή. 39 δευτέρα * ὁμοία ¹ αὕτη ¹ Ἀγαπήσεις ¹ τὸν πλησίον σου ὡς σεαυτόν. 40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος κρέμαται καὶ οἱ προφῆται. 41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς 42 λέγων ¹ Τί ¹ ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ ¹ Τοῦ ¹ ˹Δαυείδ.˺ 43 λέγει αὐτοῖς ¹ Πῶς ¹ οὖν ˹Δαυεὶδ˺ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον λέγων ¹ 44 Εἶπεν ¹ Κύριος ¹ τῷ κυρίῳ μου ¹ Κάθου ¹ ἐκ δεξιῶν μου ¹ ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου; 45 εἰ οὖν ˹Δαυεὶδ˺ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστίν; ¹ 46 καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, ¹ οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Előző fejezet Következő fejezet

Magyarázatok