Zsid 3,1

Zsid 3

1 Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν, 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωυσῆς ¹ ἐν [ὅλῳ] τῷ οἴκῳ αὐτοῦ. 3 πλείονος γὰρ οὗτος δόξης παρὰ Μωυσῆν ¹ ἠξίωται ¹ καθ᾽ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου κατασκευάσας αὐτόν· 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος, δὲ πάντα κατασκευάσας θεός. 5 καὶ Μωυσῆς ¹ μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, 6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ· οὗ οἶκός ἐσμεν ἡμεῖς, ˹ἐὰν˺ τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος °[μέχρι °τέλους °βεβαίαν] κατάσχωμεν. 7 Διό, καθὼς λέγει τὸ πνεῦμα τὸ ἅγιον ¹ Σήμερον ¹ ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, 8 μὴ σκληρύνητε ¹ τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ, ¹ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, 9 οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ καὶ εἶδον τὰ ἔργα μου 10 τεσσεράκοντα ἔτη· διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον ¹ Ἀεὶ ¹ πλανῶνται ¹ τῇ καρδίᾳ· ¹ αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ¹ 11 ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου ¹ Εἰ ¹ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· ¹ 12 βλέπετε, ¹ ἀδελφοί, μή ποτε ¹ ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, 13 ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς ¹ καθ᾽ ἑκάστην ἡμέραν, ἄχρις οὗ τό ¹ Σήμερον ¹ καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας· ¹ 14 μέτοχοι γὰρ τοῦ χριστοῦ ¹ γεγόναμεν, ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. ¹ 15 ἐν τῷ λέγεσθαι ¹ Σήμερον ¹ ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, Μὴ ¹ σκληρύνητε ¹ τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ. 16 τίνες ¹ γὰρ ἀκούσαντες παρεπίκραναν; ¹ ἀλλ᾽ οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωυσέως; ¹ 17 τίσιν δὲ προσώχθισεν τεσσεράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσεν ἐν τῇ ἐρήμῳ; 18 τίσιν δὲ ὤμοσεν μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὐτοῦ εἰ μὴ τοῖς ἀπειθήσασιν; 19 καὶ βλέπομεν ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι᾽ ἀπιστίαν.

Előző fejezet Következő fejezet

Magyarázatok