Mt 8,23

Mt 8

1 Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί. 2 Καὶ ¹ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων ¹ Κύριε, ¹ ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. 3 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων ¹ Θέλω, ¹ καθαρίσθητι· καὶ εὐθέως ˹ἐκαθερίσθη˺ αὐτοῦ λέπρα. 4 καὶ λέγει αὐτῷ Ἰησοῦς ¹ Ὅρα ¹ μηδενὶ εἴπῃς, ˹ἀλλὰ˺ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ, ¹ καὶ προσένεγκον τὸ δῶρον προσέταξεν Μωυσῆς ¹ εἰς μαρτύριον αὐτοῖς. 5 Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν 6 καὶ λέγων ¹ Κύριε, ¹ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7 * λέγει αὐτῷ ¹ Ἐγὼ ¹ ἐλθὼν θεραπεύσω αὐτόν. 8 ˹ἀποκριθεὶς δὲ˺ ἑκατόνταρχος ἔφη ¹ Κύριε, ¹ οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ¹ ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται παῖς μου· ¹ 9 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν ¹ °[τασσόμενος], ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ ¹ Πορεύθητι, ¹ καὶ πορεύεται, καὶ ἄλλῳ ¹ Ἔρχου, ¹ καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου ¹ Ποίησον ¹ τοῦτο, καὶ ποιεῖ. 10 ἀκούσας δὲ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν ¹ Ἀμὴν ¹ λέγω ὑμῖν, παρ᾽ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον. 11 λέγω ¹ δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ¹ 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 13 καὶ εἶπεν Ἰησοῦς τῷ ἑκατοντάρχῃ ¹ Ὕπαγε, ¹ ὡς ἐπίστευσας γενηθήτω σοι· ¹ καὶ ἰάθη παῖς * ἐν ¹ τῇ ὥρᾳ ἐκείνῃ. 14 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· 15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν πυρετός, καὶ ἠγέρθη, ¹ καὶ διηκόνει αὐτῷ. 16 Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς· καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, ¹ καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν· ¹ 17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαίου ¹ τοῦ προφήτου λέγοντος ¹ Αὐτὸς ¹ τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν. 18 Ἰδὼν δὲ Ἰησοῦς ὄχλον περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν. 19 Καὶ ¹ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ ¹ Διδάσκαλε, ¹ ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. 20 καὶ λέγει αὐτῷ Ἰησοῦς ¹ Αἱ ¹ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 21 Ἕτερος ¹ δὲ τῶν μαθητῶν * εἶπεν ¹ αὐτῷ ¹ Κύριε, ¹ ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου. 22 δὲ Ἰησοῦς λέγει αὐτῷ ¹ Ἀκολούθει ¹ μοι, ¹ καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. 23 Καὶ ἐμβάντι αὐτῷ ¹ εἰς ¹ * πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 24 καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· ¹ αὐτὸς δὲ ἐκάθευδεν. 25 καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες ¹ Κύριε, ¹ σῶσον, ἀπολλύμεθα. 26 καὶ λέγει αὐτοῖς ¹ Τί ¹ δειλοί ἐστε, ὀλιγόπιστοι; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη. 27 Οἱ ¹ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες ¹ Ποταπός ¹ ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ θάλασσα αὐτῷ ὑπακούουσιν; 28 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ¹ ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 καὶ ἰδοὺ ἔκραξαν λέγοντες ¹ Τί ¹ ἡμῖν καὶ σοί, υἱὲ τοῦ θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 Ἦν ¹ δὲ μακρὰν ἀπ᾽ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. ¹ 31 οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες ¹ Εἰ ¹ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 καὶ εἶπεν αὐτοῖς ¹ Ὑπάγετε. ¹ οἱ δὲ ἐξελθόντες ˹ἀπῆλθαν˺ εἰς τοὺς χοίρους· καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ¹ καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 Οἱ ¹ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 καὶ ἰδοὺ πᾶσα πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ, ¹ καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

Előző fejezet Következő fejezet

Magyarázatok