Mt 9,27

Mt 9

1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν, ¹ καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ¹ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ ¹ Θάρσει, ¹ τέκνον· ¹ ἀφίενταί σου αἱ ἁμαρτίαι. 3 Καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς ¹ Οὗτος ¹ βλασφημεῖ. 4 καὶ ˹εἰδὼς˺ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν ¹ Ἵνα τί ¹ ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν ¹ Ἀφίενταί ¹ σου αἱ ἁμαρτίαι, εἰπεῖν ¹ Ἔγειρε ¹ καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ ¹ ˹Ἔγειρε ἆρόν˺ σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8 Ἰδόντες ¹ δὲ οἱ ὄχλοι ἐφοβήθησαν καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις. 9 Καὶ παράγων Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ ¹ Ἀκολούθει ¹ μοι· ¹ καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. 10 Καὶ ¹ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. 11 καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ ¹ Διὰ τί ¹ μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει διδάσκαλος ὑμῶν; 12 ὁ ¹ δὲ ἀκούσας εἶπεν ¹ Οὐ ¹ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ˹ἀλλὰ˺ οἱ κακῶς ἔχοντες. 13 πορευθέντες δὲ μάθετε τί ἐστιν ¹ Ἔλεος ¹ θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ˹ἀλλὰ˺ ἁμαρτωλούς. 14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ ˹Ἰωάνου˺ λέγοντες ¹ Διὰ τί ¹ ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν, * οἱ ¹ δὲ μαθηταὶ ¹ σοῦ ¹ οὐ νηστεύουσιν; 15 καὶ εἶπεν αὐτοῖς Ἰησοῦς ¹ Μὴ ¹ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστὶν ¹ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν νυμφίος, καὶ τότε νηστεύσουσιν. 16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, ¹ καὶ χεῖρον σχίσμα γίνεται. 17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ¹ ῥήγνυνται οἱ ἀσκοί, ¹ καὶ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπόλλυνται· ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ ἀμφότεροι συντηροῦνται. 18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ¹ ἰδοὺ ἄρχων [εἷς] ¹ ˹προσελθὼν˺ προσεκύνει αὐτῷ λέγων ὅτι Ἡ ¹ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ˹ἀλλὰ˺ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται. 19 καὶ ἐγερθεὶς Ἰησοῦς ˹ἠκολούθει˺ αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ. 20 Καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου ¹ τοῦ ἱματίου αὐτοῦ· 21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ ¹ Ἐὰν ¹ μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ σωθήσομαι. 22 δὲ Ἰησοῦς στραφεὶς καὶ ἰδὼν αὐτὴν εἶπεν ¹ Θάρσει, ¹ θύγατερ· πίστις σου σέσωκέν σε. καὶ ἐσώθη γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης. 23 Καὶ ἐλθὼν Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον 24 ἔλεγεν ¹ Ἀναχωρεῖτε, ¹ οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει· ¹ καὶ κατεγέλων αὐτοῦ. 25 ὅτε δὲ ἐξεβλήθη ὄχλος, ¹ εἰσελθὼν ἐκράτησεν ¹ τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον. 26 Καὶ ¹ ἐξῆλθεν φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην. 27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν * δύο ¹ τυφλοὶ κράζοντες καὶ λέγοντες ¹ Ἐλέησον ¹ ἡμᾶς, ˹υἱὲ˺ ˹Δαυείδ.˺ 28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν ˹προσῆλθαν˺ αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς Ἰησοῦς ¹ Πιστεύετε ¹ ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ ¹ Ναί, ¹ κύριε. 29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων ¹ Κατὰ ¹ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. 30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. Καὶ ¹ ἐνεβριμήθη αὐτοῖς Ἰησοῦς λέγων ¹ Ὁρᾶτε ¹ μηδεὶς γινωσκέτω· ¹ 31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. 32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ¹ * κωφὸν δαιμονιζόμενον· ¹ 33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ¹ Οὐδέποτε ¹ ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. 34 [οἱ ¹ δὲ Φαρισαῖοι ἔλεγον ¹ Ἐν ¹ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.] ¹ 35 Καὶ περιῆγεν Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, ¹ διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ¹ ὅτι ἦσαν ἐσκυλμένοι καὶ ˹ἐριμμένοι˺ ὡσεὶ πρόβατα μὴ ἔχοντα ποιμένα. 37 τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ ¹ Ὁ ¹ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· 38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.

Előző fejezet Következő fejezet

Magyarázatok